Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.461 Joseph. BJ 5.468 (English) >>Joseph. BJ 5.474

5.465καὶ τέλος ἀνεχώρουν τραυματίαι πολλοί, συννοοῦντες ὅτι καὶ τοῖς ἀληθῶς Μακεδόσιν, εἰ μέλλοιεν κρατεῖν, δεῖ τῆς Ἀλεξάνδρου τύχης. 5.466

Τοῖς δὲ Ῥωμαίοις ἀρξαμένοις δωδεκάτῃ μηνὸς Ἀρτεμισίου συνετελέσθη τὰ χώματα μόλις ἐνάτῃ καὶ εἰκάδι ταῖς δεχεπτὰ συνεχῶς πονουμένων ἡμέραις· 5.467μέγιστα γὰρ ἐχώσθη τὰ τέσσαρα, καὶ θάτερον μὲν τὸ ἐπὶ τὴν Ἀντωνίαν ὑπὸ τοῦ πέμπτου τάγματος ἐβλήθη κατὰ μέσον τῆς Στρουθίου καλουμένης κολυμβήθρας, τὸ δʼ ἕτερον ὑπὸ τοῦ δωδεκάτου διεστῶτος ὅσον εἰς πήχεις εἴκοσι. 5.468τῷ δεκάτῳ δὲ τάγματι διέχοντι πολὺ τούτων κατὰ τὸ βόρειον κλίμα τὸ ἔργον ἦν καὶ κολυμβήθραν Ἀμύγδαλον προσαγορευομένην· τούτου δὲ τὸ πεντεκαιδέκατον ἀπὸ τριάκοντα πηχῶν ἔχου κατὰ τὸ τοῦ ἀρχιερέως μνημεῖον. 5.469προσαγομένων δὲ ἤδη αὐτῶν μὲν Ἰωάννης ἔνδοθεν ὑπορύξας τὸ κατὰ τὴν Ἀντωνίαν μέχρι τῶν χωμάτων καὶ διαλαβὼν σταυροῖς τοὺς ὑπονόμους ἀνακρήμνησιν τὰ ἔργα, πίσσῃ δὲ καὶ ἀσφάλτῳ διακεχρισμένην τὴν ὕλην εἰσκομίσας ἐνίησι πῦρ. 5.470καὶ τῶν σταυρῶν ὑποκαέντων τε διώρυξ ἐνέδωκεν ἀθρόα, καὶ μετὰ μεγίστου ψόφου κατεσείσθη τὰ χώματα εἰς αὐτήν. 5.471τὸ μὲν οὖν πρῶτον μετὰ τοῦ κονιορτοῦ καπνὸς ἠγείρετο βαθὺς πνιγομένου τῷ πταίσματι τοῦ πυρός, τῆς δὲ θλιβούσης ὕλης διαβιβρωσκομένης ἤδη φανερὰ φλὸξ ἐρρήγνυτο.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.461 Joseph. BJ 5.468 (English) >>Joseph. BJ 5.474

Powered by PhiloLogic